Πρόσφατα σχόλια

    Αρχείο

    Προσευχή 10

    ΕΥΧΗ εις τον ΑΓΓΕΛΟΝ φύλακα της του ανθρώπου ζωής:

    PROSEYXH 10Αγιε Αγγελε, ο εφεστως της αθλιας μου ψυχης και ταλαιπωρου μου ζωης, μη εγκαταλιπης με τον αμαρτωλον, μηδε αποστης απ’εμου δια την ακρασιαν μου μη δωης χωραν τω πονηρω δαιμονι κατακυριευσαι μου τη καταδυναστεια του θνητου τουτου σωματος κρατησον της αθλιας και παρειμενης χειρος μου, και οδηγησον με εις οδον σωτηριας.

    Ναι,Αγιε Αγγελε του Θεου, ο φυλαξ και σκεπαστης της αθλιας μου ψυχης και του σωματος, παντα μοι συγχωρησον, οσα Σοι εθλιψα πασας τας ημερας της ζωης μου, και ει τι ημαρτον την ημεραν σκεπασον με εν τη παρουση νυκτι και διαφυλαξον με απο επηρειας του αντικειμενου, ινα μη εν τινι αμαρτηματι παροργισω τον Θεον και πρεσβευε υπερ εμου προς τον Κυριον, του επιστηριξαι με εν τω φοβω Αυτου, και αξιον αναδειξαι με δουλον της Αυτου αγαθοτητος.Αμην.

    Share Button

    Αφήστε μια απάντηση

    Διαφημίσεις

    varsas

     

    ad

     

    ad

     

    ad